Matthew 18:1-5

1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2καὶ
 προσκαλεσάμενος = WH Treg NA/NIV: || προσκαλεσάμενος ὁ Ἰησοῦς = RP
προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
3καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 5καὶ ὃς
 ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν δέξηται
 ἓν παιδίον τοιοῦτο = WH NA/NIV: || ἓν παιδίον τοιοῦτον = Treg; || παιδίον τοιοῦτον ἓν = RP
ἓν παιδίον τοιοῦτο ⸃ ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.

Copyright information for SBLG